Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.105 Joseph. AJ 3.110 (English) >>Joseph. AJ 3.115

3.108

Πάντων δʼ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος. 3.109κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθʼ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν· κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι. 3.110ἐξήπτετο δὲ τῶν κρίκων καλώδια τὴν ἀρχὴν ἥλων χαλκέων πηχυαίων τὸ μέγεθος ἐκδεδεμένα, οἳ καθʼ ἑκάστην κάμακα παρέντες κατὰ τοῦ ἐδάφους ἀκίνητον ὑπὸ βίας ἀνέμων τὴν σκηνὴν ἔμελλον παρέξειν. σινδὼν δʼ ἐκ βύσσου ποικιλωτάτη διὰ πασῶν ἐπῄει ἀπὸ τοῦ κιονοκράνου κατιοῦσα μέχρι τῆς βάσεως πολλὴ κεχυμένη, περιφράττουσα ἅπαν κύκλῳ τὸ χωρίον, ὡς μηδὲν δοκεῖν τείχους διαφέρειν. 3.111καὶ οὕτως μὲν εἶχον αἱ τρεῖς πλευραὶ τοῦ περιβόλου· τῆς δὲ τετάρτης πλευρᾶς, πεντήκοντα γὰρ οὖσα πήχεων ἑτέρα μέτωπον τοῦ παντὸς ἦν, εἴκοσι μὲν πήχεις ἀνεῴγεσαν κατὰ πύλας, ἐν αἷς ἀνὰ δύο κάμακες εἱστήκεσαν κατὰ μίμησιν πυλώνων. 3.112ὅλαις δʼ αὐταῖς ἄργυρος ἦν ἐπικεχαλκωμένος πάρεξ τῶν βάσεων· χαλκαῖ γὰρ ἦσαν. ἑκατέρωθεν δὲ τοῦ πυλῶνος τρεῖς κάμακες ἦσαν ἑστῶσαι, αἳ τοῖς πυλούχοις ἐμβεβήκεσαν ἐρηρεισμέναι, καὶ κατʼ αὐτῶν δὲ βύσσινον ὕφος σινδόνος ἦν περιηγμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.105 Joseph. AJ 3.110 (English) >>Joseph. AJ 3.115

Powered by PhiloLogic